τῇ οὔσῃ ἐν Φιλαδελφίᾳ, ἐν ἀγάπῃ ἠλεημένῃ καὶ ἡδρασμένῃ ἐν ὁμονοίᾳ θεοῦ καὶ
ἀγαλλομένῃ ἐν τῷ πάθει τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἀδιακρίτως καὶ ἐν τῇ ἀναστάσει
αὐτοῦ πεπληροφορημένῃ ἐν παντὶ ἐλέει, ἣν ἀσπάζομαι ἐν αἵματι Ἰησοῦ Χριστοῦ,
ἥτις ἐστὶν χαρὰ αἰώνιος καὶ παράμονος· μάλιστα ἐὰν ἐν ἑνὶ ὦσι σὺν τῷ ἐπισκόπῳ καὶ
τοῖς πρεσβυτέροις καὶ διακόνοις ἀποδεδειγμένοις ἐν θελήματι θεοῦ πατρὸς διὰ τοῦ
κυρίου Ἰησοῦ Χριστοῦ, ὃς κατὰ τὸ ἴδιον βούλημα ἐστήριξεν αὐτοῦ βεβαίως τὴν
ἐκκλησίαν ἐπὶ τῇ πέτρᾳ, οἰκοδομῇ πνευματικῇ, ἀχειροποιήτῳ, ᾗ συγκλύσαντες οἱ
ἄνεμοι καὶ οἱ ποταμοὶ οὐκ ἴσχυσαν αὐτὴν ἀνατρέψαι, ἀλλὰ μηδὲ ἰσχύσειάν ποτε τὰ
πνευματικὰ τῆς πονηρίας, ἀλλ' ἐξασθενήσειαν δυνάμει Ἰησοῦ Χριστοῦ τοῦ κυρίου
ἡμῶν. Θεασάμενος ὑμῶν τὸν ἐπίσκοπον ἔγνων, ὅτι οὐκ ἀφ' ἑαυτοῦ οὐδὲ δι'
ἀνθρώπων ἠξιώθη τὴν διακονίαν τὴν εἰς τὸ κοινὸν ἀνήκουσαν ἐγχειρισθῆναι οὐδὲ
κατὰ κενοδοξίαν, ἀλλ' ἐν ἀγάπῃ Ἰησοῦ Χριστοῦ καὶ θεοῦ πατρός, τοῦ ἐγείραντος
αὐτὸν ἐκ νεκρῶν· οὖ καταπέπληγμαι τὴν ἐπιείκειαν, ὃς σιγῶν πλέον δύναται τῶν
πλέον λαλούντων. συνήρμοσται γὰρ ταῖς ἐντολαῖς κυρίου καὶ τοῖς δικαιώμασιν, ὡς
χορδαὶ τῇ κιθάρᾳ, καὶ ἔστιν ἄμεμπτος οὐχ ἧττον Zαχαρίου τοῦ ἱερέως. διὸ μακαρίζει
μου ἡ ψυχὴ τὴν εἰς θεὸν αὐτοῦ γνώμην, ἐπιγνοὺς ἐνάρετον καὶ τελείαν οὖσαν, τὸ
ἀκίνητον αὐτοῦ καὶ τὸ ἀόργητον ἐν πάσῃ ἐπιεικείᾳ θεοῦ ζῶντος.
Ὡς τέκνα οὖν φωτὸς ἀληθείας φεύγετε τὸν μερισμὸν τῆς ἑνότητος καὶ τὰς κακοδιδασκαλίας τῶν αἱρεσιωτῶν, ἐξ ὧν μολυσμὸς ἐξῆλθεν εἰς πᾶσαν τὴν γῆν. ὅπου δὲ ὁ ποιμήν ἐστιν, ἐκεῖ ὡς πρόβατα ἀκολουθεῖτε· πολλοὶ γὰρ λύκοι κωδίοις ἠμφιεσμένοι ἡδονῇ κακῇαἰχμαλωτίζουσι τοὺς θεοδρόμους· ἀλλ' ἐν τῇ ἑνότητι ὑμῶν οὐχ ἕξουσι τόπον.
Ἀπέχεσθε οὖν τῶν κακῶν βοτανῶν, ἅστινας Ἰησοῦς Χριστὸς οὐ γεωργεῖ, ἀλλ' ὁ ἀνθρωποκτόνος θήρ, διὰ τὸ μὴ εἶναι αὐτοὺς φυτείαν πατρός, ἀλλὰ σπέρμα τοῦ πονηροῦ. οὐχ ὅτι παρ' ὑμῖν μερισμὸν εὗρον, ταῦτα γράφω, ἀλλὰ προασφαλίζομαι ὑμᾶς ὡς τέκνα θεοῦ. ὅσοι γὰρ Χριστοῦ εἰσιν, οὗτοι μετὰ τοῦ ἐπισκόπου εἰσίν· ὅσοι δ' ἂν ἐκκλίνωσιν αὐτοῦ καὶ τὴν κοινωνίαν ἀσπάσωνται μετὰ τῶν κατηραμένων, οὗτοι σὺν αὐτοῖς ἐκκοπήσονται· οὐ γάρ εἰσιν γεώργιον Χριστοῦ, ἀλλ' ἐχθροῦ σπορά· οὗ ·υσθείητε πάντοτε εὐχαῖς τοῦ προκαθεζομένου ὑμῶν ποιμένος, τοῦ πιστοτάτου καὶ πραοτάτου. παρακαλῶ οὖν ὑμᾶς ἐν κυρίῳ· ὅσοι ἂν μετανοήσαντες ἔλθωσιν ἐπὶ τὴν ἑνότητα τῆς ἐκκλησίας, προσδέχεσθε αὐτοὺς μετὰ πάσης πραότητος, ἵνα διὰ τῆς χρηστότητος καὶ τῆς ἀνεξικακίας ἀνανήψαντες ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἄξιοι Ἰησοῦ Χριστοῦ γενόμενοι, σωτηρίας αἰωνίου τύχωσιν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ. ἀδελφοί, μὴ πλανᾶσθε· εἰ τις σχίζοντι ἀπὸ τῆς ἀληθείας ἀκολουθεῖ, βασιλείαν θεοῦ οὐ κληρονομήσει· καὶ εἴ τις οὐκ ἀφίσταται τοῦ ψευδολόγου κήρυκος, εἰς γέενναν κατακριθήσεται· οὔτε γὰρ εὐσεβῶν ἀφίστασθαι χρή, οὔτε δυσσεβέσιν συγκεῖσθαι δεῖ. εἴ τις ἐν ἀλλοτρίᾳ γνώμῃ περιπατεῖ, οὗτος οὐκ ἔστιν Χριστοῦ οὔτε τοῦ πάθους αὐτοῦ κοινωνός, ἀλλ' ἔστιν ἀλώπηξ, φθορεὺς ἀμπελῶνος Χριστοῦ. τῷ τοιούτῳ μὴ συναναμίγνυσθε, ἵνα μὴ συναπόλησθε αὐτῷ, κἂν πατὴρ ᾖ κἂν υἱὸς κἂν ἀδελφὸς κἂν οἰκεῖος. οὐ φείσεται γάρ σου, φησίν, ὁ ὀφθαλμὸς ἐπ' αὐτῷ. τοὺς μισοῦντας οὖν τὸν θεὸν μισεῖν χρὴ καὶ ὑμᾶς καὶ ἐπὶ τοῖς ἐχθροῖς αὐτοῦ ἐκτήκεσθαι· οὐ μὴν καὶ τύπτειν αὐτοὺς ἢ διώκειν, καθὼς τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν κύριον καὶ θεόν, ἀλλ' ἐχθροὺς μὲν ἡγεῖσθαι καὶ χωρίζεσθαι ἀπ' αὐτῶν, νουθετεῖν δὲ αὐτοὺς καὶ ἐπὶ μετάνοιαν παρακαλεῖν, ἐὰν ἄρα ἀκούσωσιν, ἐὰν ἄρα ἐνδῶσιν. φιλάνθρωπος γάρ ἐστιν ὁ θεὸς ἡμῶν, καὶ πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. διὸ τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει τὸν ὑετὸν ἐπὶ δικαίους καὶ ἀδίκους. οὗ τῆς χρηστότητος θέλων καὶ ἡμᾶς εἶναι μιμητὰς ὁ κύριος λέγει· Γίνεσθε τέλειοι, καθὼς καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν. Ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν κυρίῳ, ὅτι οὐδὲν ἄλλο φρονήσετε. διὸ καὶ θαρρῶν
γράφω τῇ ἀξιοθέῳ ἀγάπῃ ὑμῶν, παρακαλῶν ὑμᾶς μιᾷ πίστει καὶ ἑνὶ κηρύγματι καὶ
μιᾷ εὐχαριστίᾳ χρῆσθαι· μία γάρ ἐστιν ἡ σὰρξ τοῦ κυρίου Ἰησοῦ καὶ ἓν αὐτοῦ τὸ αἷμα
τὸ ὑπὲρ ἡμῶν ἐκχυθέν (εἷς γὰρ ἄρτος τοῖς πᾶσιν ἐθρύφθη καὶ ἓν ποτήριον τοῖς ὅλοις
διενεμήθη), ἓν θυσιαστήριον πάσῃ τῇ ἐκκλησίᾳ καὶ εἷς ἐπίσκοπος ἅμα τῷ
πρεσβυτερίῳ καὶ τοῖς διακόνοις, τοῖς συνδούλοις μου. ἐπείπερ καὶ εἷς ἀγέννητος, ὁ
θεὸς καὶ πατήρ, καὶ εἷς μονογενὴς υἱός, θεὸς λόγος καὶ ἄνθρωπος, καὶ εἷς ὁ
παράκλητος, τὸ πνεῦμα τῆς ἀληθείας, ἓν δὲ καὶ τὸ κήρυγμα καὶ ἡ πίστις μία καὶ τὸ
βάπτισμα ἓν καὶ μία ἡ ἐκκλησία, ἣν ἱδρύσαντο οἱ ἅγιοι ἀπόστολοι ἀπὸ περάτων ἕως
περάτων ἐν τῷ αἵματι τοῦ Χριστοῦ οἰκείοις ἱδρῶσι καὶ πόνοις. καὶ ὑμᾶς οὖν χρὴ ὡς
λαὸν περιούσιον καὶ ἔθνος ἅγιον ἐν ὁμονοίᾳ πάντα ἐν Χριστῷ ἐπιτελεῖν. αἱ γυναῖκες
τοῖς ἀνδράσιν ὑποτάγητε ἐν φόβῳ θεοῦ· αἱ παρθένοι τῷ Χριστῷ ἐν ἀφθαρσίᾳ, οὐ
βδελυσσόμεναι γάμον, ἀλλὰ τοῦ κρείσσονος ἐφιέμεναι, οὐκ ἐπὶ διαβολῇ συναφείας,
ἀλλ' ἕνεκα τῆς τῶν νόμων μελέτης. τὰ τέκνα πειθαρχεῖτε τοῖς γονεῦσιν ὑμῶν καὶ
στέργετε αὐτοὺς ὡς συνεργοὺς θεοῦ εἰς τὴν ὑμετέραν γέννησιν. οἱ δοῦλοι ὑποτάγητε
τοῖς κυρίοις ἐν θεῷ, ἵνα Χριστοῦ ἀπελεύθεροι γένησθε. οἱ ἄνδρες ἀγαπᾶτε τὰς
γυναῖκας ὑμῶν ὡς ὁμοδούλους θεῷ, ὡς οἰκεῖον σῶμα, ὡς κοινωνοὺς βίου καὶ
συνεργοὺς τεκνογονίας. αἱ παρθένοι μόνον τὸν Χριστὸν πρὸ ὀφθαλμῶν ἔχετε καὶ
τὸν αὐτοῦ πατέρα ἐν ταῖς ψυχαῖς φωτιζόμεναι ὑπὸ τοῦ πνεύματος. ὀναίμην ὑμῶν
τῆς ἁγιωσύνης ὡς Ἠλία, ὡς Ἰησοῦ τοῦ Nαυῆ, ὡς Mελχισεδέκ, ὡς Ἐλισσαίου, ὡς
Ἱερεμίου, ὡς τοῦ βαπτιστοῦ Ἰωάννου, ὡς τοῦ ἠγαπημένου μαθητοῦ, ὡς Tιμοθέου,
ὡς Tίτου, ὡς Eὐοδίου, ὡς Kλήμεντος, τῶν ἐν ἁγνείᾳ ἐξελθόντων τὸν βίον. οὐ ψέγων
τοὺς λοιποὺς μακαρίους, ὅτι γάμοις προσωμίλησαν, τούτων ἐμνήσθην ἄρτι (εὔχομαι
γὰρ ἄξιος θεοῦ εὑρεθεὶς πρὸς τοῖς ἴχνεσιν αὐτῶν εὑρεθῆναι ἐν τῇ βασιλείᾳ ὡς
Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ὡς Ἰωσὴφ καὶ Ἡσαΐου καὶ τῶν ἄλλων προφητῶν, ὡς
Πέτρου καὶ Παύλου καὶ τῶν ἄλλων ἀποστόλων τῶν γάμοις προσομιλησάντων), ἀλλ'
ὑπὸ προθυμίας τῆς περὶ τὸ πρᾶγμα ἐπ' ἐννοίας αὐτὸς ἔσχον ἐκείνους. οἱ πατέρες
ἐκτρέφετε τοὺς ἑαυτῶν παῖδας ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου, καὶ διδάσκετε
αὐτοὺς τὰ ἱερὰ γράμματα καὶ τέχνας πρὸς τὸ μὴ ἀργίᾳ χαίρειν. καλῶς δέ, φησίν,
ἐκτρέφει πατὴρ δίκαιος, ἐπὶ υἱῷ συνετῷ εὐφρανθήσεται ἡ καρδία αὐτοῦ. οἱ κύριοι
εὐμενῶς τοῖς οἰκέταις προσέχετε, ὡς ὁ ἅγιος Ἰὼβ ἐδίδαξεν· μία γὰρ <ἡ> φύσις καὶ ἓν
τὸ γένος τῆς ἀνθρωπότητος· ἐν γὰρ Χριστῷ οὔτε δοῦλος οὔτε ἐλεύθερος. οἱ ἄρχοντες
πειθαρχείτωσαν τῷ καίσαρι, οἱ στρατιῶται τοῖς ἄρχουσιν· οἱ διάκονοι τοῖς
πρεσβυτέροις ὡς ἱερεῦσιν, οἱ πρεσβύτεροι καὶ οἱ διάκονοι καὶ ὁ λοιπὸς κλῆρος ἅμα
παντὶ τῷ λαῷ καὶ τοῖς στρατιώταις καὶ τοῖς ἄρχουσι καὶ τῷ καίσαρι τῷ ἐπισκόπῳ, ὁ
ἐπίσκοπος τῷ Χριστῷ, ὡς ὁ Χριστὸς τῷ πατρί· καὶ οὕτως ἡ ἑνότης διὰ πάντων
σώζεται. ἔστωσαν δὲ καὶ αἱ χῆραι μὴ ·εμβοί, μὴ λίχνοι, μὴ περιτροχάδες, ἀλλ' ὡς
Ἰουδὶθ ἡ σεμνοτάτη, ὡς ἡ Ἄννα ἡ σωφρονεστάτη. ταῦτα οὐχ ὡς ἀπόστολος
διατάσσομαι (τίς γάρ εἰμι ἐγώ, ἢ τίς ὁ οἶκος τοῦ πατρός μου, ἵνα ἰσότιμον ἑαυτὸν
ἐκείνων εἴπω;), ἀλλ' ὡς συστρατιώτης ὑμῶν ὑποφωνητοῦ τάξιν ἐπέχων.
Ἀδελφοί μου, λίαν ἐκκέχυμαι ἀγαπῶν ὑμᾶς καὶ ὑπεραγαλλόμενος
ἀσφαλίζομαι ὑμᾶς· οὐκ ἐγὼ δέ, ἀλλὰ δι' ἐμοῦ ὁ κύριος Ἰησοῦς, ἐν ᾧ δεδεμένος
φοβοῦμαι μᾶλλον· ἔτι γάρ εἰμι ἀναπάρτιστος· ἀλλ' ἡ προσευχὴ ὑμῶν εἰς θεόν με
ἀπαρτίσει, ἵνα ἐν ᾧ ἐκλήθην ἐπιτύχω, προσφυγὼν τῷ εὐαγγελίῳ ὡς σαρκὶ Ἰησοῦ
Χριστοῦ καὶ τοῖς ἀποστόλοις ὡς πρεσβυτερίῳ ἐκκλησίας. καὶ τοὺς προφήτας δὲ
ἀγαπῶ ὡς Χριστὸν καταγγείλαντας, ὡς τοῦ αὐτοῦ πνεύματος μετασχόντας, οὗ καὶ οἱ
ἀπόστολοι. ὡς γὰρ οἱ ψευδοπροφῆται καὶ οἱ ψευδαπόστολοι ἓν καὶ τὸ αὐτὸ εἵλκυσαν
πονηρὸν καὶ ἀπατηλὸν καὶ λαοπλάνον πνεῦμα, οὕτω καὶ οἱ προφῆται καὶ οἱ
ἀπόστολοι ἓν καὶ τὸ αὐτὸ ἅγιον πνεῦμα ἀγαθὸν καὶ ἡγεμονικὸν ἀληθές τε καὶ
διδασκαλικὸν ἔλαβον παρὰ θεοῦ διὰ Ἰησοῦ Χριστοῦ εὐθὲς πνεῦμα.
εἷς γὰρ ὁ θεὸς παλαιᾶς καὶ καινῆς διαθήκης· εἷς ὁ μεσίτης θεοῦ καὶ ἀνθρώπων εἴς τε
δημιουργίαν νοητῶν καὶ αἰσθητῶν καὶ πρόνοιαν πρόσφορον καὶ κατάλληλον· εἷς δὲ
καὶ ὁ παράκλητος, ὁ ἐνεργήσας ἐν Mωσῇ καὶ προφήταις καὶ ἀποστόλοις. πάντες οὖν
οἱ ἅγιοι ἐν Χριστῷ ἐσώθησαν, ἐλπίσαντες εἰς αὐτὸν καὶ αὐτὸν ἀναμείναντες, καὶ δι'
αὐτοῦ σωτηρίας ἔτυχον, ὄντες ἀξιαγάπητοι καὶ ἀξιοθαύμαστοι ἅγιοι, ὑπὸ Ἰησοῦ
Χριστοῦ μεμαρτυρημένοι ἐν τῷ εὐαγγελίῳ τῆς κοινῆς ἐλπίδος. Ἐάν τις θεὸν νόμου
καὶ προφητῶν κηρύττῃ ἕνα, Χριστὸν δὲ ἀρνῆται υἱὸν εἶναι θεοῦ, ψεύστης ἐστίν, ὡς
καὶ ὁ πατὴρ αὐτοῦ ὁ διάβολος, καὶ ἔστιν ὁ τοιοῦτος τῆς κάτω περιτομῆς
ψευδοϊουδαῖος. ἐάν τις ὁμολογῇ Χριστὸν Ἰησοῦν κύριον, ἀρνῆται δὲ τὸν θεὸν τοῦ
νόμου καὶ τῶν προφητῶν, οὐκ εἶναι λέγων τὸν οὐρανοῦ καὶ γῆς ποιητὴν πατέρα τοῦ
Χριστοῦ, ὁ τοιοῦτος ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὡς καὶ ὁ πατὴρ αὐτοῦ ὁ διάβολος,
καὶ ἔστιν ὁ τοιοῦτος Σίμωνος τοῦ μάγου, ἀλλ' οὐ τοῦ ἁγίου πνεύματος μαθητής. ἐάν
τις λέγῃ μὲν ἕνα θεόν, ὁμολογῇ δὲ καὶ Χριστὸν Ἰησοῦν, ψιλὸν δὲ ἄνθρωπον εἶναι
νομίζῃ τὸν κύριον, οὐχὶ θεὸν μονογενῆ καὶ σοφίαν καὶ λόγον θεοῦ, ἀλλ' ἐκ ψυχῆς
καὶ σώματος αὐτὸν εἶναι νομίζῃ, ὁ τοιοῦτος ὄφις ἐστίν, ἀπάτην καὶ πλάνην
κηρύττων ἐπ' ἀπωλείᾳ ἀνθρώπων, καὶ ἔστιν ὁ τοιοῦτος πένης τὴν διάνοιαν ὡς
ἐπίκλην Ἐβίων. ἐάν τις ταῦτα μὲν ὁμολογῇ, φθορὰν δὲ καὶ μολυσμὸν καλῇ τὴν
νόμιμον μίξιν καὶ τὴν τῶν παίδων γένεσιν ἤ τινα τῶν βρωμάτων βδελυκτά, ὁ τοιοῦ-
τος ἔνοικον ἔχει τὸν δράκοντα τὸν ἀποστάτην.ἐάν τις πατέρα καὶ υἱὸν καὶ ἅγιον
πνεῦμα ὁμολογῇ καὶ τὴν κτίσιν ἐπαινῇ, δόκησιν δὲ λέγῃ τὴν ἐνσωμάτωσιν καὶ τὸ
πάθος ἐπαισχύνηται, ὁ τοιοῦτος ἤρνηται τὴν πίστιν οὐχ ἧττον τῶν χριστοφόνων
Ἰουδαίων. ἐάν τις ταῦτα μὲν ὁμολογῇ, καὶ ὅτι θεὸς λόγος ἐν ἀνθρωπίνῳ σώματι
κατóκει, ὢν ἐν ἑαυτῷ ὁ λόγος, ὡς ψυχὴ ἐν σώματι, διὰ τὸ ἔνοικον εἶναι θεόν, ἀλλ'
οὐχὶ ἀνθρωπείαν ψυχήν, λέγῃ δὲ τὰς παρανόμους μίξεις ἀγαθόν τι εἶναι καὶ τέλος
εὐδαιμονίας ἡδονὴν τίθηται, οἷος ὁ ψευδώνυμος Nικολαΐτης, οὗτος οὔτε φιλόθεος
οὔτε φιλόχριστος εἶναι δύναται, ἀλλὰ φθορεὺς τῆς οἰκείας σαρκὸς καὶ διὰ τοῦτο τοῦ
ἁγίου πνεύματος κενὸς καὶ τοῦ Χριστοῦ ἀλλότριος. οἱ τοιοῦτοι πάντες στῆλαί εἰσιν
καὶ τάφοι νεκρῶν, ἐφ' οἷς γέγραπται μόνον ὀνόματα νεκρῶν ἀνθρώπων.
φεύγετε οὖν τὰς κακοτεχνίας καὶ ἐνέδρας τοῦ πνεύματος τοῦ νῦν
ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τοῦ αἰῶνος τούτου, μήποτε οἱ θλιβέντες ἐξασθενήσητε ἐν
τῇ ἀγάπῃ· ἀλλὰ πάντες ἐπὶ τὸ αὐτὸ γίνεσθε ἐν ἀμερίστῳ καρδίᾳ καὶ ψυχῇ θελούσῃ,
σύμψυχοι, τὸ ἓν φρονοῦντες, πάντοτε τὰ αὐτὰ περὶ τῶν αὐτῶν δοξάζοντες, ἔν τε
ἀνέσει καὶ κινδύνοις καὶ ἐν λύπαις καὶ ἐν χαρμοναῖς. εὐχαριστῶ τῷ θεῷ διὰ Ἰησοῦ
Χριστοῦ, ὅτι εὐσυνείδητός εἰμι ἐν ὑμῖν καὶ οὐκ ἔχει τις καυχήσασθαι οὔτε λάθρα
οὔτε φανερῶς, ὅτι ἐβάρησά τινα ἢ ἐν μικρῷ ἢ ἐν μεγάλῳ. καὶ πᾶσιν, ἐν οἷς ἐλάλησα,
εὔχομαι, ἵνα μὴεἰς μαρτυρίαν αὐτὸ κτήσωνται. Eἰ γὰρ κατὰ σάρκα με ἠθέλησάν τινες
πλανῆσαι, ἀλλὰ τὸ πνεῦμά μου οὐ πλανᾶται· παρὰ γὰρ θεοῦ αὐτὸ εἴληφα. οἶδε γὰρ,
πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει καὶ τὰ κρυπτὰ ἐλέγχει. ἐκραύγασα γὰρ μεταξὺ ὤν,
ἐλάλουν μεγάλῃ φωνῇ (οὐκ ἐμὸς ὁ λόγος, ἀλλὰ θεοῦ)· Tῷ ἐπισκόπῳ προσέχετε καὶ
τῷ πρεσβυτερίῳ καὶ τοῖς διακόνοις. εἰ δὲ ὑποπτεύετέ με ὡς προμαθόντα τὸν
μερισμόν τινων λέγειν ταῦτα, μάρτυς μοι, δι' ὃν δέδεμαι, ὅτι ἀπὸ στόματος
ἀνθρώπου οὐκ ἔγνων. τὸ δὲ πνεῦμα ἐκήρυξέ μοι λέγον τάδε· Χωρὶς ἐπισκόπου μηδὲν
ποιεῖτε· τὴν σάρκα ὑμῶν ὡς ναὸν θεοῦ τηρεῖτε, τὴν ἕνωσιν ἀγαπᾶτε, τοὺς μερισμοὺς
φεύγετε, μιμηταὶ γίνεσθε Παύλου καὶ τῶν ἄλλων ἀποστόλων, ὡς καὶ αὐτοὶ τοῦ
Χριστοῦ.
Ἐγὼ μὲν οὖν τὸ ἴδιον ἐποίουν ὡς ἄνθρωπος εἰς ἕνωσιν κατηρτισμένος,
ἐπιλέγων καὶ τοῦτο, ὅτι, οὗ διάστασις γνώμης καὶ ὀργὴ καὶ μῖσος, ἐκεῖ θεὸς οὐ
κατοικεῖ. πᾶσιν οὖν τοῖς μετανοοῦσιν ἀφίει ὁ θεός, ἐὰν συνδράμωσιν εἰς ἑνότητα
Χριστοῦ καὶ συνεδρείαν τοῦ ἐπισκόπου. πιστεύω τῇ χάριτι Ἰησοῦ Χριστοῦ, ὅτι λύσει
ἀφ' ἡμῶν πάντα σύνδεσμον ἀδικίας. παρακαλῶ οὖν ὑμᾶς· μηδὲν κατ' ἐρίθειαν
πράσσετε, ἀλλὰ κατὰ χριστομαθίαν· ἤκουσα γάρ τινων λεγόντων, ὅτι, ἐὰν μὴ ἐν τοῖς
ἀρχείοις εὕρω τοῦ εὐαγγελίου, οὐ πιστεύω. τοῖς δὲ τοιούτοις ἐγὼ λέγω, ὅτι ἐμοὶ
ἀρχεῖά ἐστιν Ἰησοῦς ὁ Χριστός, οὗ παρακοῦσαι πρόδηλος ὄλεθρος. ἄθικτόν μοί ἐστιν
ἀρχεῖον ὁ σταυρὸς αὐτοῦ καὶ ὁ θάνατος καὶ ἡ ἀνάστασις αὐτοῦ καὶ ἡ πίστις ἡ περὶ
τούτων· ἐν οἷς θέλω ἐν τῇ προσευχῇ ὑμῶν δικαιωθῆναι. ὁ ἀπιστῶν τῷ εὐαγγελίῳ
πᾶσιν ὁμοῦ ἀπιστεῖ· οὐ γὰρ πρόκειται τὰ ἀρχεῖα τοῦ πνεύματος. σκληρὸν τὸ πρὸς
κέντρα λακτίζειν, σκληρὸν τὸ Χριστῷ ἀπιστεῖν, σκληρὸν τὸ ἀθετεῖν τὸ κήρυγμα
τῶνἀποστόλων. Kαλοὶ μὲν οἱ ἱερεῖς καὶ οἱ τοῦ λόγου διάκονοι, κρείσσων δὲ ὁ
ἀρχιερεὺς ὁ πεπιστευμένος τὰ ἅγια τῶν ἁγίων, ὃς μόνος πεπίστευται τὰ κρυπτὰ τοῦ
θεοῦ. καλαὶ αἱ λειτουργικαὶ τοῦ θεοῦ δυνάμεις. καλὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὅ
ἐστιν ὑπὲρ πάντα τὰ ἅγια ἁγιώτατον καὶ τοῦ λόγου διάκονος. ὑπὲρ πάντας δὲ τοὺς
ἁγίους ὁ ἁγιώτατός ἐστιν ὁ ἀρχιερεύς, ὁ ὢν ἄγγελος καὶ διάκονος τοῦ πατρὸς καὶ
ἄρχων τῶν λεγεώνων τῆς στρατιᾶς τῆς ἐπουρανίου, δι' οὗ ὁ πατὴρ τὰ πάντα
πεποίηκεν καὶ τῶν ὅλων προνοεῖ· οὗτός ἐστιν ἡ πρὸς τὸν πατέρα ἄγουσα ὁδός, ἡ
πέτρα, ὁ φραγμός, ἡ κλείς, ὁ ποιμήν, τὸ ἱερεῖον, ἡ θύρα τῆς γνώσεως, δι' ἧς εἰσῆλθον
Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, Mωσῆς καὶ ὁ σύμπας τῶν προφητῶν χορὸς καὶ οἱ στῦ-
λοι τοῦ κόσμου, οἱ ἀπόστολοι, καὶ ἡ νύμφη τοῦ Χριστοῦ, ὑπὲρ ἧς φερνῆς λόγῳ
ἐξέχεεν τὸ οἰκεῖον αἷμα, ἵνα αὐτὴν ἐξαγοράσῃ. πάντα ταῦτα εἰς ἑνότητα τοῦ ἑνὸς καὶ
μόνου ἀληθινοῦ θεοῦ. ἐξαίρετον δέ τι ἔχει τὸ εὐαγγέλιον, τὴν παρουσίαν τοῦ
σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸ πάθος, αὐτὴν τὴν ἀνάστασιν. ἃ γὰρ οἱ προφῆται
κατήγγελλον λέγοντες· Ἕως ἂν ἔλθῃ, ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν,
ταῦτα ἐν τῷ εὐαγγελίῳ πεπλήρωται· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη,
βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος.
πάντα οὖν ὁμοῦ καλά, ὁ νόμος, οἱ προφῆται, οἱ ἀπόστολοι, τὸ πᾶν συνάθροισμα τὸ
δι' αὐτῶν πιστεῦσαν· μόνον ἐὰν ἀγαπῶμεν ἀλλήλους. Ἐπειδὴ κατὰ τὴν προσευχὴν
ὑμῶν καὶ τὰ σπλάγχνα, ἃ ἔχετε ἐν Χριστῷ Ἰησοῦ, ἀπηγγέλη μοι εἰρηνεύειν τὴν
ἐκκλησίαν τὴν ἐν Ἀντιοχείᾳ τῆς Συρίας, πρέπον ἐστὶν ὑμῖν ὡς ἐκκλησίᾳ θεοῦ,
χειροτονῆσαι ἐπίσκοπον εἰς τὸ πρεσβεῦσαι ἐκεῖ θεοῦ πρεσβείαν, εἰς τὸ
συγχωρηθῆναι αὐτοῖς ἐπὶ τὸ αὐτὸ γενομένοις καὶ δοξάσαι τὸ ὄνομα τοῦ θεοῦ.
μακάριος ἐν Χριστῷ Ἰησοῦ, ὃς κατηξιώθη τῆς τοιαύτης διακονίας· καὶ ὑμεῖς δὲ
σπουδάσαντες ἐν Χριστῷ δοξασθήσεσθε. θέλουσιν δὲ ὑμῖν οὐ πᾶσιν ἀδύνατον ὑπὲρ
ὀνόματος θεοῦ, ὡς καὶ ἀεὶ αἱ ἔγγιστα ἐκκλησίαι ἔπεμψαν ἐπισκόπους, αἱ δὲ
πρεσβυτέρους καὶ διακόνους. Περὶ δὲ Φίλωνος τοῦ διακόνου, ἀνδρὸς ἀπὸ Kιλικίας
μεμαρτυρημένου, ὃς καὶ νῦν ἐν λόγῳ ὑπηρετεῖ μοι ἅμα Γαΐῳ καὶ Ἀγαθόποδι, ἀνδρὶ
ἐκλεκτῷ, ὃς ἀπὸ Συρίας μοι ἀκολουθεῖ, ἀποταξάμενοι τῷ βίῳ, οἳ καὶ μαρτυροῦσιν
ὑμῖν, κἀγὼ τῷ θεῷ εὐχαριστῶ περὶ ὑμῶν. ὑπὲρ ὧν ἐδέξασθε αὐτούς, προσδέξεται καὶ
ὑμᾶς ὁ κύριος. οἱ δὲ ἀτιμάσαντες αὐτοὺς λυτρωθείησαν ἐν τῇ χάριτι Ἰησοῦ Χριστοῦ,
τοῦ μὴ βουλομένου τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἀλλὰ τὴν μετάνοιαν. ἀσπάζεται
ὑμᾶς ἡ ἀγάπη τῶν ἀδελφῶν τῶν ἐν Tρωάδι, ὅθεν καὶ γράφω ὑμῖν διὰ Bούργου
πεμφθέντος ἅμα ἀπὸ Ἐφεσίων καὶ Σμυρναίων εἰς λόγον τιμῆς· οὓς ἀμείψεται ὁ
κύριος Ἰησοῦς Χριστός, εἰς ὃν ἐλπίζουσιν σαρκί, ψυχῇ, πνεύματι, πίστει, ἀγάπῃ,
ὁμονοίᾳ. ἔρρωσθε ἐν κυρίῳ Ἰησοῦ Χριστῷ, τῇ κοινῇ ἐλπίδι ἡμῶν, ἐν ἁγίῳ πνεύματι.